Psalms 33

1
LXX: Psa.32:1
τῷ Δαυιδ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Τῷ κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις.
2
LXX: Psa.32:2
ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ.
3
LXX: Psa.32:3
ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.
4
LXX: Psa.32:4
ὅτι εὐθὴς λόγος τοῦ κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·
5
LXX: Psa.32:5
ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους κυρίου πλήρης γῆ.
6
LXX: Psa.32:6
τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα δύναμις αὐτῶν·
7
LXX: Psa.32:7
συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.
8
LXX: Psa.32:8
φοβηθήτω τὸν κύριον πᾶσα γῆ, ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οικουμενην
9
LXX: Psa.32:9
ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
10
LXX: Psa.32:10
κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων·
11
LXX: Psa.32:11
δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
12
LXX: Psa.32:12
μακάριον τὸ ἔθνος, οὗ ἐστιν κύριος θεὸς αὐτοῦ, λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.
13
LXX: Psa.32:13
ἐξ οὐρανοῦ ἐπέβλεψεν κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων·
14
LXX: Psa.32:14
ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν,
15
LXX: Psa.32:15
πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτῶν.
16
LXX: Psa.32:16
οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ·
17
LXX: Psa.32:17
ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.
18
LXX: Psa.32:18
ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ
19
LXX: Psa.32:19
ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.
20
LXX: Psa.32:20
ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν·
21
LXX: Psa.32:21
ὅτι ἐν αὐτῷ εὐφρανθήσεται καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν.
22
LXX: Psa.32:22
γένοιτο τὸ ἔλεός σου, κύριε, ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Copyright information for LXX